Ancient Greek
UPZ 1 47
Documentary Papyri, Upz 1 47
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Θαυῆτος καὶ Ταοῦτος διδυμῶν τῶν λειτουργουσῶν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν ἐπεδώκαμέν σοι ὑπόμνημα ὑπὲρ τοῦ μὴ εἰληφέναι παρὰ τῶν ἱερέων τὴν καθήκουσαν ἡμῖν δίδοσθαι κατʼ ἐνιαυτὸν εἰς τὰ δέοντα ὄλυραν, ἀφʼ οὖ καὶ ἔγραψας Μεννίδει τῶι ἐπιμελητῆι ἀποδοῦναι ἡμῖν. τούτου δʼ ἐπιστείλαντος Ψιθαῆι τῶι ἐπιστάτηι τῶν ἱερῶν οὐδένα λόγον ποιεῖται, ἡμεῖς δʼ ἐν τῶι μεταξὺ διαλυόμεναι τῶι λιμῶι κινδυνεύομεν τὸ ἱερὸν ἐκλιπεῖν. ἐπεὶ οὖν ἐκ μὲν τοῦ βασιλικοῦ κεχρημάτισται τοῖς προεστηκόσι τῶν ἱερῶν καὶ εἰς ἡμᾶς ἡ ὄλυρα ἀπὸ τοῦ ιη ἕως τοῦ ιθ ἔτους, ἡμεῖς δὲ οὔτε τὴν ὄλυραν οὔτε τὴν καθήκουσαν ἀντʼ αὐτῆς δίδοσθαι ἡμῖν ἐκ τοῦ ἱεροῦ σύνταξιν τῶν κυλληστίων κεκομίσμεθα, ἀλλʼ οὐδὲ τοὺς ἐκ τοῦ Ἀσκληπιείου τῆς ἡμέρας ἄρτους δ ἀπὸ τοῦ πένθους, δεόμεθά σου μεθʼ ἱκετείας, καθότι οὐ διαλείπεις ἡμῶν ἀντιλαμβανόμενος, καὶ ἐν τούτοις βοηθὸν γενόμενον προσκαλέσασθαι Ψινταῆν τὸν ἐπιστάτην τῶν ἱερῶν καὶ ἐπαναγκάσαι