Ancient Greek
UPZ 1 68
Documentary Papyri, Upz 1 68
Not analysed yet
Ἀπολλώνιος Πτολεμαίωι τῷ πατρὶ χαίρειν. εἰ ἔρρωσαι, ἔρρωμαι δὲ καὶ αὐτός, εἴη ἂν ὡς βούλομαι καὶ τὰ ἄλλα σοι κατὰ λόγον ἀπαντᾷ. γίνωσκέ με πεπορεῦσθαι εἰς Ἡρακλέους πόλιν ὑπὲρ τῆς οἰκίας. τοὺς χαλκοὺς οὓς κέχρηκας Πετοσίρει καὶ Σεμφθήαι καὶ Σαραπίωνι κεκόμισμαι. τὰς μὲν δραχμὰς Α, ἃς δέδωκας Πετενήθι χῆνα ἀγοράζειν, τί κελεύεις περὶ τούτων, ἀπόστειλόν μοι ἐπιστόλιον ἔχοντα Πολυδεύκην ταχὺ καὶ εἰ ἕτερον θέλεις λέγειν, λέγε. ἐγὼ γὰρ ἐνύπνια ὁρῶ πονηρά, βλέπω Μενέδημον κατατρέχοντά με. διασάφησόν μοι τὰ περὶ Ἀπολλώνιον καὶ τὰ περὶ σαυτὸν ἀκριβῶς, ὅπως εἰδῶ, ἀγωνιῶ γὰρ περὶ σοῦ. ἔρρωσο. ἔτους κθ Ἐπεὶφ η. τῷ πατρὶ Πτολεμαίωι.