Ancient Greek
UPZ 1 69
Documentary Papyri, Upz 1 69
Not analysed yet
Ἀπολλώνιος Ἀπολλωνίωι τῷ ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα σοι κατὰ λόγον ἀπαντᾷ, εἴη ἂν ὡς βούλομαι καὶ αὐτὸς δʼ ὑγίαινον. καὶ ἀπόντος μου πεφρόντικα ὑπὲρ σοῦ χρήσιμα τῶν σῶν πραγμάτων, ἅ σʼ οὐ δεδύνημαι διασαφῆσαι διὰ τοῦ ἐπιστολίου διὰ τὸν ἐφελκόμενόν σοι ἐνδείκτην· ἀλλʼ ὅμως τοῖς θεοῖς τὴν ἐπιτροπὴν δίδωμι, ἄνευ τῶν θεῶν οὐθὲν γίνεται. καὶ αὐτὸς παρέσομαι ταχύ. εἴ τι θέλεις, γράψον ἐπιστόλιον Πολυδεύκηι. ὁρῶ ἐν τῷ ὕπνῳ τὸν δραπέτην Μενέδημον ἀντικείμενον ἡμῖν. προσέχων μὴ εὕρῃ τι κατὰ σοῦ εἰπεῖν, εὐλαβοῦμαι τὸν ἐνδείκτην τὰ πλεῖστα, ἃ πράσσεις, μὴ ἐπιγίνοιτο. ἔρρωσο. ἔτους κθ Ἐπεὶφ η. ἡγεμόνι καὶ ἐπιστάτῃ Ἀνουβιείου Ἀπολλωνίωι