Ancient Greek
UPZ 1 72
Documentary Papyri, Upz 1 72
Not analysed yet
Μυρουλλᾶς καὶ Χαλβᾶς Ἄραβες Δακούτει τῷ ἀδελφῶι χαίρειν. ἀκούσαντες ἐν Ποίει τὰ περὶ σοῦ συνβεβηκότα περὶ τοῦ ἀνθρώπου τοῦ πρὸς σὲ τὴν ἀηδίαν ποιήσαντος ἥκαμεν εἰς τὸ Σαραπιεῖον βουλόμενοι συμμεῖξαί σοι. ἀκούσαντες δὲ ἐν τῷ μεγάλῳ Σαραπιείωι ὄντα σε, ἔλεγον, ἐν Σαχμι τοῦ Λητοπολίτου καλῶς οὖν ποιήσεις παραγίνεσθαι ἡμῖν εἰς Πόει, ὅτι καταπλεῖν μέλλομεν πρὸς τὸν βασιλέα ἵνα ἐπιδῶμεν ἔντευξιν περὶ σοῦ τῷ βασιλεῖ. ἔρρωσο. ἔτους κθ Μεσορὴ κϛ. Δακούτει.