Ancient Greek
UPZ 1 71
Documentary Papyri, Upz 1 71
Not analysed yet
Ἀπολλώνιος Πτολεμαίωι τῷ ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ παρὰ τῶν θεῶν κατὰ λόγον σοι χρηματίζεται, εἴη ἂν ὡς βούλομαι καὶ αὐτὸς δὲ μετρίως ἐπανῆγον. τίνα μὲν τρόπον ὁ ἀδελφός σου Ἀπολλώνιος ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς λῃστῶν ἐπικειμένων ἐνκατελελοίπει με ἀποδημήσας, οὐχ ἕτερόν τινα, ἀλλὰ σὲ αὐτὸν μάρτυρα ἐπισπασαίμην. καὶ νῦν δὲ …ειρημένοις παραβέβηκεν, τοὺς ὅρκους ,οὓς συνθέμενοι πρὸς ἑαυτοὺς ὀμωμόκεμεν ἔν τε τῶι Ἡρακλείωι καὶ τοῖς ἄλλοις ἱεροῖς. διὸ καὶ ἡγούμενος δεῖν ἐπʼ ἄλλου μὲν μηθενὸς αὐτῶι διακριθῆναι, ἐπὶ σοῦ δʼ αὐτοῦ γέγραφά σοι, ὅπως Ἀπολλωνίωι παραγγείληις, καὶ αὐτὸς δέ ὡς ἂν εὐκαιρήσω, παραχρῆμα παρέσομαι πρὸς σέ. νομίζω γὰρ μάλιστα τῶν ἄλλων παρακολουθήσαντά σε τῆι ἀληθείαι πικρότερον προσενεχθήσεσθʼ αὐτῶι. ἐπιμέλου δὲ καὶ σαυτοῦ, ἵνʼ ὑγιαίνῃς καί, περὶ ὧν ἂν βούληι, γράφε. ἔρρωσο. ἔτους κθ Μεσορὴ κϛ. Πτολεμαίωι.