Ancient Greek
UPZ 2 153
Documentary Papyri, Upz 2 153
Not analysed yet
ἔτους λ Τῦβι κϛ πέπτωκεν Θέωνι λογευτῆι διὰ Διονυσοδώρου τῶν Στράτωνος ὑπηρετῶν Τεῶς Πατήμιος καὶ Ζμῖνις ἀδελφὸς ἰβιοβοσκοὶ εἰς τὴν τιμὴν τοῦ ἰβιοταφείου καὶ τῆς προφητείας καὶ τοῦ ἡμίσους τῆς δωρεαίας γῆς, ἧς μετέχει τὸ ἐπάνω ἰβιοταφεῖον τὸ ἥμισυ ,ἃ ἦν Δωρίωνος τοῦ τοπαρχήσαντος ὑπὸ Στράτωνα τὸν Περὶ Θήβας τόπον, ἃ προσεβάλοντο διʼ Ὀνομάρχου πράκτορος τῶν βασιλικῶν δραχμὰς ἑβδομήκοντα . ἔτους λ Τῦβι κϛ πέπτωκεν Θέωνι λογευτῆι τῶν Στράτωνος ὑπηρετῶν Τεῶς Πατούμιος καὶ Ζμίνιος ἀδελφὸς ἰβιοβοσκοὶ εἰς τὴν τιμὴν τοῦ ἰβιοταφείου καὶ τῆς προφητείας καὶ τοῦ ἡμίσους τῆς γῆς τῆς δωρεαίας, ἧς μετέχει τὸ ἐπάνω ἰβιοταφεῖον τὸ ἥμισυ ,ἃ ἦν Δωρίωνος τοῦ τοπαρχήσαντος ὑπὸ Στράτωνα τὸν Περὶ Θήβας, ἃ προσεβάλετο διʼ Ὀνομάρχου πράκτορος τῶν βασιλικῶν δραχμὰς ἑβδομήκοντα . ἐχειρογράφησεν Πτολεμαῖος Θέωνος συντάξαντος. …