Ancient Greek
UPZ 2 154
Documentary Papyri, Upz 2 154
Not analysed yet
ἔτους λα Παχὼνς ιε ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι μεγάληι τράπεζαν διʼ Εὐδήμου βασιλεῖ Πτολεμαίωι Τεῶς Πατώμιος καὶ Ζμῖνις ἀδελφοὶ ἰβιοβοσκοὶ εἰς τὴν τιμὴν τοῦ ἰβιοταφείου καὶ τῆς δωρεαίας γῆς, ἧς μετέχει τὸ ἐπάνω ἰβιοταφεῖον τὸ ἥμισυ ,ἃ ἦν Δωρίωνος τοῦ τοπαρχήσαντος ὑπὸ Στράτωνα τὸν Περὶ Θήβας τόπον, ἃ προσεβάλετο διὰ Ὀνομάρχου πράκτορος δραχμὰς ἑβδομήκοντα . τῶν βασιλικῶν. πέπτωκεν Θέωνι δραχμαὶ ἑβδομήκοντα . πέπτωκεν διʼ Ἀπολλωνίου οἰκονόμου δραχμαὶ ἑβδομήκοντα . …