Ancient Greek
UPZ 2 155
Documentary Papyri, Upz 2 155
Not analysed yet
ἔτους λα Ἐπεὶφ ιη Ταθαῦτις Ζμίνιος καὶ Ταλῖβις Ζμῖνος τιμὴν ἰβιοταφείου καὶ τῆς προφητείας καὶ τοῦ ἡμίσους τῆς δωρεαίας γῆς, ἧς μετέχει τὸ ἐπάνω ἰβιοταφεῖον τὸ ἥμισυ, ἃ ἦν Δωρίωνος τοῦ τοπαρχήσαντος τὸν Περὶ Θήβας τόπον, ἃ προσεβάλοντο Τεῶς καὶ Ζμῖνις διʼ Ὀνομάρχου πράκτορος τῶν βασιλικῶν καὶ παρεχώρησαν Ταθαύτει καὶ Ταλίβει, εἰς ἀναπλήρωσιν δραχμῶν σι δραχμὰς ἑβδομήκοντα. …ἔτους λα Ἐπεὶφ ιη πέπτωκεν Εὐδήμωι διʼ Ἀπολλωνίου δραχμαὶ ἑβδομήκοντα.