Ancient Greek
UPZ 2 165
Documentary Papyri, Upz 2 165
Not analysed yet
ἔτους κη Μεσορὴ κη τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀσκληπιάδου τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς, ὠνῆς Τεεφῖβις Ἀμενώθου ψιλοῦ τόπου ἀπὸ πηχῶν ι πηχῶν ζ 𐅵ἀπὸ νότου τοῦ ὅλου ψιλοῦ τόπου τοῦ ὄντος ἀπὸ νότου Διὸς πόλεως τῆς Μεγάλης, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς, ὃν ἠγόρασεν παρʼ Ἁλήκιος καὶ Λουβάιτος καὶ Τβαιάιτος τῶν Ἑριέως καὶ Σενεριεῦτος τῆς Πετενεφώτου καὶ Ἑριέως τοῦ Ἀμενώθου καὶ Σενοσορφίβιος τῆς Ἀμενώθου καὶ Σισόιτος τοῦ καὶ Ἑριέως τοῦ Ἀμενώθου ἐν τῶι κη ἔτει Παχὼν ιη, χαλκοῦ ταλάντων γ τέλος οὗ ἀλλαγὴ ϡ γίνονται ϡ. Διονύσιος τραπεζίτης.