Ancient Greek
UPZ 2 166 a
Documentary Papyri, Upz 2 166a
Not analysed yet
ἔτους κθ Φαμενὼθ θ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος, εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀσκληπιάδου καὶ Κράτου τῶν πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς, Ἁσῦς Ὥρου ὠνῆς ψιλοῦ τόπου πηχῶν β 𐅵τοῦ ὄντος ἀπὸ νότου Διὸς πόλεως τῆς Μεγάλης, οὗ αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς, οὗ ἠγόρασεν παρʼ Ἁλήκιος τοῦ Ἑριέως καὶ Τβαιάιτος καὶ Λουβάιτος τῶν Ἑριέως καὶ Σενεριέως τῆς Πετενεφώτου καὶ Ἑριέως τοῦ Ἀμενώθου, χαλκοῦ ταλάντου α Δ τέλος οὗ ἀλλαγὴ πεντακοσίας γίνεται φ. Διονύσιος τραπεζίτης.