Ancient Greek
UPZ 2 166 b
Documentary Papyri, Upz 2 166b
Not analysed yet
ἔτους κθ Φαμενὼθ θ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀσκληπιάδου καὶ Κράτου τῶν πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς, Ἁσῦς Ὥρου ὠνῆς ψιλοῦ τόπου β 𐅵τοῦ ὄντος ἀπὸ νότου Διὸς πόλει τῆς Μεγάλης, οὗ αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς, οὗ ἠγόρασεν παρʼ Ἁλήκιος τοῦ Ἑριέως καὶ Λουβάιτος καὶ Τβαιάιτος τῶν Ἑριέως καὶ Σενεριέως τῆς Πετενεφώτου καὶ Ἑριέως τοῦ Ἀμενώθου καὶ Σενοσορφίβιος τῆς Ἀμενώθου καὶ Σισόιτος τοῦ καὶ Ἑριέως τοῦ Ἀμενώθου, χαλκοῦ ταλάντου α Δ τέλος οὗ ἀλλαγὴ φ. Διονύσιος τραπεζίτης.