Ancient Greek
UPZ 2 169
Documentary Papyri, Upz 2 169
Not analysed yet
Ἡρακλείδης ὁ παρʼ Ἀμμωνίου τοῦ πρὸς τῆι ἀναγραφῆι κεχρημάτικα ἔτους ν Φαμενὼθ α…. ἔτους ν Παῦνι ια τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Εἰρηναῖος, εἰς τὴν δεκάτην τοῦ ἐγκυκλίου κατὰ τὴν παρὰ Προίτου διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεύς, Σαχπῆρις νεωτέρα Ὀσοροήριος τέλος ὠνῆς ἀπὸ οἰκίας περιειλημμένης καὶ αὐλῆς τῆς ἀπὸ βορρᾶ καὶ ἄλλης τῆς ἀπὸ λιβὸς καὶ τῶν συνκυρόντων πάντων πηχῶν ιδ ἐκ τοῦ ἀπὸ νότου μέρους τὸ λε μέρος τῆς οὔσης ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ τῆς Ἥρας δρόμου τοῦ ἄγοντος ἐπὶ τὸν ποταμόν, ἃ ἐωνήσατο παρὰ Νεχούθου τοῦ Ἁσῶτος ἐν τῶι ν ἔτει κ… δραχμῶν Γ τέλος οὗ ἀλλαγὴ τριακοσίας γίνονται τ. Εἰρηναῖος τραπεζίτης.