Ancient Greek
UPZ 2 172
Documentary Papyri, Upz 2 172
Not analysed yet
Ἀλέξανδρος καὶ οἱ μέτοχοι οἱ πραγματευόμενοι τὸ συνηγορικὸν καὶ τὸ ἐπιδέκατον ἀπὸ τοῦ Κοπτίτου εἰς τὸ με ἔτος Ψενχώνσει καὶ Χονοπρεῖ τῶν Τεεφίβιος καὶ …καὶ Πεχύτῃ τοῦ Ὥρου καὶ Μεντονήιτι χαίρειν. περὶ τῆς ἐντεύξεως, ἧς ἐνέβαλεν καθʼ ὑμῶν Ἀπολλώνιος ὃς καὶ Ψεμμώνθης Ἑρμίου, περὶ μὲν τῶν ἀδικιῶν ἐπίλυσιν εἰς τὸ …ἤνεγκε πρὸς Ἀμμώνιον, περὶ δὲ τοῦ ἐπιδεκάτου τῆς κρίσεως ταύτης οὐθὲν ὑμῖν ἐγκαλοῦμεν οὐδʼ οὐ μὴ ἐπέλθωμεν ὑμῖν περὶ αὐτοῦ οὐδʼ ἄλλος περὶ ἡμῶν ……ἐπηκολούθηκα. ἀποχή …