Ancient Greek
UPZ 2 174
Documentary Papyri, Upz 2 174
Not analysed yet
ἔτους λα Φαμενὼθ κα τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἀπολλώνιος, εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρὰ Ζμίνιος καὶ τῶν μετόχων τῶν πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὁ ἀντιγραφεύς, ὠνῆς Ὧρος Ὥρου ψιλοῦ τόπου πηχῶν β καὶ τῶν ἀνῳκοδομημένων τῶν ὄντων ἀπὸ νότου καὶ λιβὸς μέρους τῶν Μεμνονείων ἐντὸς τοῦ τείχους, ἧς αἱ γειτνίαι πρόκεινται διὰ τῆς συγγραφῆς, οὗ ἠγόρασεν παρὰ Σεννήσιος τῆς Ἰμούθου καὶ Σεμμίνιος τῆς Πετεχῶντος, χαλκοῦ ταλάντων β τέλος οὗ ἀλλαγὴ ἑξακοσίας γίνονται χ. Ἀπολλώνιος τραπεζίτης.