Ancient Greek
UPZ 2 175 b
Documentary Papyri, Upz 2 175b
Not analysed yet
ἔτους λϛ Χοίαχ θ τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Λυσίμαχος, εἰκοστῆς ἐγκυκλίου κατὰ διαγραφὴν Ἀσκληπιάδου καὶ Ζμίνιος τελωνῶν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς, Ὧρος Ὥρου χοαχύτης ὠνῆς τῶν λογευομένων διʼ αὐτῶν χάριν τῶν κειμένων νεκρῶν, ἐν οἷς ἔχουσιν ἐν Θυναβουνοὺν ἐν τοῖς Μεμνονείοις τῆς Λιβύης τοῦ Περὶ Θήβας τάφοις, ἀνθʼ ἧς ποιοῦνται λειτουργίας, ἃ ἐωνήσατο παρʼ Ὀννώφριος τοῦ Ὥρου, χαλκοῦ ταλάντων γ τέλος οὗ ἀλλαγὴ ἐνακοσίας γίνονται ϡ. Λυσίμαχος τραπεζίτης. Ἀπολλώνιος ὁ πρὸς τῶι γραφίωι τοῦ Περὶ Θήβας μετείληφα εἰς ἀναγραφὴν ἔτους λϛ Τῦβι ε.