Ancient Greek
UPZ 2 175 c
Documentary Papyri, Upz 2 175c
Not analysed yet
ἔτους λϛ Χοίαχ θ τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Λυσίμαχος, εἰκοστῆς ἐγκυκλίου κατὰ διαγραφὴν Ἀσκληπιάδου καὶ Ζμίνιος τελωνῶν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς, Ἁσῶς Ὥρου χοαχύτης ὠνῆς τῶν λογευομένων διʼ αὐτῶν χάριν τῶν κειμένων νεκρῶν, ἐν οἷς ἔχουσιν ἐν Θυναβουνοὺν ἐν τοῖς Μεμνονείοις τῆς Λιβύης τοῦ Περὶ Θήβας τάφοις, ἀνθʼ ἧς ποιεῖται λειτουργίας, ἃ ἐωνήσατο παρʼ Ὀννώφριος τοῦ Ὥρου ἐν τῶι λϛ ἔτει Ἁθύρ …χαλκοῦ ταλάντων γ τέλος ἐνακοσίας γίνονται ϡ. Λυσίμαχος τραπεζίτης.