Ancient Greek
UPZ 2 176
Documentary Papyri, Upz 2 176
Not analysed yet
ἔτους λ Μεσορὴ ιζ Ἀπολλώνιος ὁ παρὰ Θεοδώρου κεχρημάτικα διʼ Ἑριέως μονογράφου. ἔτους λ Μεσορὴ κβ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἀπολλώνιος, εἰκοστῆς ἐγκυκλίου ὠνῆς κατὰ τὴν παρὰ Σαραπίωνος τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὁ ἀντιγραφεύς, Ὧρος Ὥρου ψιλοῦ τόπου πήχεως δ ἐν τῶι ἀπὸ νότου μέρει τῶν Μεμνονείων, οὗ αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς, ὃν ἠγόρασεν παρὰ Τιγώνιος τῆς Ἀπάθου χαλκοῦ δραχμῶν δισχιλίων γίνονται Β τέλος οὗ ἀλλαγὴ ἑκατὸν γίνονται ρ.