Ancient Greek
UPZ 2 182
Documentary Papyri, Upz 2 182
Not analysed yet
ἔτους ιδ τοῦ καὶ ια Μεχεὶρ λ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος, δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ψενχώνσιος τελώνου, ὑφʼ ἣν ὑπογράφει Ἡρακλείδης ὁ ἀντιγραφεύς, ἀποστασίου Ὀσοροῆρις Ὥρου τέλος με οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης ἕκτου μέρους ἐντὸς τοῦ φρουρίου Μεμνονείων, ὃν ἔθετο αὐτῶι Ταγῆς Χαπχρᾶτος, πρὸς χαλκοῦ τάλαντα β τέλος Ασ. Διονύσιος τραπεζίτης.