Ancient Greek
UPZ 2 183
Documentary Papyri, Upz 2 183
Not analysed yet
ἔτους ιδ τοῦ καὶ ια Φαρμοῦθι ε τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος, δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ψενχώνσιος τελώνου, ὑφʼ ἣν ὑπογράφει Ἡρακλείδης ὁ ἀντιγραφεύς, τέλος ὠνῆς Ὀσοροῆρις τοῦ Ὥρου οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης ἐν τῶι ἀπὸ νότου μέρει περὶ τὰ Μεμνόνεια ἕκτον μέρος, ὃν ἐωνήσατο παρὰ Σναχομνεὺς τοῦ Χαπχρᾶτος, χαλκοῦ δραχμῶν Γ τέλος τ. Διονύσιος τραπεζίτης.