Ancient Greek
UPZ 2 184
Documentary Papyri, Upz 2 184
Not analysed yet
ἔτους ιε τοῦ καὶ ιβ Παχὼν λ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος, δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ψενχώνσιος τελώνου, ὑφʼ ἣν ὑπογράφει Ἡρακλείδης ὁ ἀντιγραφεύς, ὠνῆς Σαχπῆρις Ὀσοροήριος τέλος οἰκίας πήχεως α δ, ἣν ἐωνήσατο παρὰ Νεχούτου τοῦ Ἁσῶτος, χαλκοῦ δραχμῶν Γ τέλος τ. Διονύσιος τραπεζίτης.