Ancient Greek
UPZ 2 187
Documentary Papyri, Upz 2 187
Not analysed yet
Δι… τῶν φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ ἀρχιφυλακίτηι τοῦ Περὶ Θήβας παρʼ Ὀσοροήριος τοῦ Ὥρου χοαχύτου τῶν ἐκ τῶν Μεμνονείων. προσαγγέλλω ὅτι τοῦ μδ ἔτους Λόχου τοῦ συνγενοῦς ἐπιβεβληκότος εἰς Διὸς πόλιν τὴν Μεγάλην ἐπελθόντες τινὲς ἐφʼ ἕνα τάφον τῶν ὑπαρχόντων μοι ἐν τῶι Περὶ Θήβας καὶ ἀνοίξαντες τινὰ μὲν τῶν τεθαμμένων σωμάτων ἐξέδυσαν, ἀπηνέγκαντο δὲ ὁμοῦ ἃ ἐτύγχανον ἀπηρεισμένος ἐκεῖ ἔπιπλα ἄξια χαλκοῦ ταλάντων ι. συνέβη δὲ καὶ διὰ τὸ ἀχανῆ τὴν θύραν ἀφεθῆναι ὑπὸ λύκων λυμανθῆναι ἄταφα σώματα καταβρωθέντα. ἐπεὶ οὖν ὑποπτεύω κατὰ Ποήριος τοῦ καὶ Πκαλήους Σοναθὺρ καὶ Φαγώνιος τοῦ ἀδελφοῦ αὐτοῦ, ἀξιῶ ἀναγαγεῖν αὐτοὺς ἐπὶ σὲ καὶ τὴν προσήκουσαν ἐξ ἐπισκέψεως διάληψιν ποιήσασθαι. εὐτύχει.