Ancient Greek
UPZ 2 188
Documentary Papyri, Upz 2 188
Not analysed yet
ἔτους μζ Τῦβι ε τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἀμμώνιος, δεκάτης ἐγκυκλίου κατὰ τὴν παρʼ Ἑρμοκλέους τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἰσίδωρος ὁ ἀντιγραφεύς, ἐπιλύσεως Πανᾶς Πεχύτου καὶ οἱ μέτοχοι γῆς τε καὶ οἰκίας τῶν ὑπαρχόντων Ἁρσιήσει Ὥρου καὶ Τινούνει Ταύριος κατὰ τὸ τέταρτον μέρος, ἣν ἐποιήσατο αὐτῶι Σποτοῦς Τεεφίβιος, χαλκοῦ δραχμὰς δισχιλίας γίνονται δραχμαὶ Β διακοσίας γίνονται σ. Ἀμμώνιος τραπεζίτης.