Ancient Greek
UPZ 2 198
Documentary Papyri, Upz 2 198
Not analysed yet
…Ἀπολλωνίωι χαίρειν. τὸ κατʼ ἔτος ὑποκείμενον δίδοσθαι εἰς σύνταξιν τοῦ ἐν Διὸς πόλει τῆι Μεγάληι ἱεροῦ τοῦ Ἀμονρασονθὴρ θεοῦ μεγίστου καὶ τῶν συννάων θεῶν χαλκοῦ τάλαντον ἓν χιλίας εἴκοσι γίνεται τάλαντον α Ακ χρημάτισον ἀπὸ τῆς ἐν τῆι Διὸς πόλει τραπέζης, συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, τοῖς ἱερεῦσι, ὡς κατʼ ἐνιαυτὸν εἴθισται, καὶ σύμβολον ποιῆσαι, ὡς καθήκει. ἔρρωσο. ἔτους λζ Φαρμοῦθι δ. χρημάτισον τὸ τοῦ χαλκοῦ τάλαντον ἓν Α γίνεται τάλαντον α Α. ἔτους λζ Φαρμοῦθι δ. Ἡλιόδωρος. χρημάτισον διὰ τοῦ ἀντιγραφέως τῶι ἐπιστάτηι τῶν ἱερῶν καὶ τῶι ἀρχιερεῖ καὶ ἱερογραμματεῦσι χαλκοῦ τάλαντον α Α γίνεται τάλαντον α Α. ἔτους λζ Φαρμοῦθι κη. Ἵππαλος. ε χαλκοῦ τάλαντον ἓν χιλίας εἴκοσι γίνεται τάλαντον α Ακ. ἔτους λζ Φαρμοῦθι δ. Διονύσιος. ε χαλκοῦ τάλαντον α Ασ, γίνεται τάλαντον α Ακ. ἔτους λζ Φαρμοῦθι κη. τραπεζίτηι Ἀπολλωνίωι