Ancient Greek
UPZ 2 190
Documentary Papyri, Upz 2 190
Not analysed yet
ἔτους ιϛ Φαμενὼθ κθ ἐν Διὸς πόλει τῆι Μεγάληι τῆς Θηβαίδος ἐπὶ Διονυσίου ἀγορανόμου τοῦ Περὶ Θήβας. ἐδάνεισεν Ἁρσιῆσις Ὥρου τῶν ἀπὸ τῆς Διὸς πόλεως χοαχυτῶν Ἀσκληπιάδι τῆι καὶ Σενιμούθει τῆι Πανᾶτος Περσίνηι μετὰ κυρίου Ἁρπαήσιος τοῦ Χεσθώτου τῶν ἀπὸ τῆς αὐτῆς Διὸς πόλεως ἐνταφιαστῶν πυροῦ ἀρτάβας εἴκοσι δύο ἥμισυ ἀτόκους. τὸ δὲ δάνειον τοῦτο ἀποδότωι Ἀσκληπιὰς Ἁρσιήσει ἐν μηνὶ Παχὼν λ τοῦ αὐτοῦ ιϛ ἔτους πυρὸν νέον, καθαρόν, ἄδολον, πυροῦ ἀρτάβας κβ 𐅵χ, καὶ ἀποκαταστησάτω εἰς οἶκον πρὸς αὐτὸν τοῖς ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀποδῶ, καθὰ γέγραπται, ἀποτεισάτω τὸ δάνειον τὰς τοῦ πυροῦ ἀρτάβας κβ 𐅵ἑκάστης ἀρτάβης τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμὴν παραχρῆμα ἡμιόλιον. ἡ δὲ πρᾶξις ἔστω Ἁρσιήσει ἔκ τε αὐτῆς Ἀσκληπιάδος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆι πάντων πράσσοντι καθάπερ ἐκ δίκης. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ὃ ἀνωμολογήσατο ἔχειν παρʼ αὐτοῦ ἀνθʼ ὧν προσώφειλεν ὁ προγεγραμμένος αὐτῆς πατὴρ Πανᾶς τῶι τοῦ Ἁρσιήσιος πατρὶ Ὥρωι κατὰ συμβόλαιον Αἰγύπτιον πυροῦ ἀρταβῶν ιδ. Πτολεμαῖος ὁ παρὰ Διονυσίου κεχρημάτικα. δάνειον ἀρταβῶν κβ 𐅵Ἁρσιήσιος ὀφείλει Σενιμοῦθιν ?.