Ancient Greek
UPZ 2 208
Documentary Papyri, Upz 2 208
Not analysed yet
Διονύσιος Ἡρακλείδει χαίρειν. τοῦ παρὰ Παῶι τοῦ συγγενοῦς καὶ στρατηγοῦ τῆς Θηβαίδος …ἐπεσταλμένου χρηματισμοῦ Δημητρίωι τῶι θηβάρχηι περὶ τῶν ἐκτεθησομένων τοῖς διὰ Πτολεμαίου προσειλημμένοις εἰς τὰ Μεμνόνεια ἀνδράσιν ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν τούτωι τε καὶ τοῖς προεπεσταλμένοις περὶ αὐτῶν χρηματισμοῖς χρημάτισον ἀπὸ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης, συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, διὰ τοῦ σημαινομένου Πτολεμαίου τὰ χρήματα ἕως Παῦνι κα ……κατὰ μῆνα ἵνα δὲ μηθὲν ἐν τούτοις ἀγνοηθῆι, προνοήθητι ὡς πρὸς σὲ τοῦ λόγου συσταθησομένου καὶ σύμβολον ποίησαι ὡς καθήκει. ἔρρωσο. ἔτους μ Παχὼν θ. Παῶις Δημητρίωι χαίρειν. τῶν ἐν τοῖς Μεμνονείοις στρατιωτῶν πλείους ἐντυχίας …ἐν Διὸς πόλει τῆι Μεγάληι καὶ ἡμῖν πεποιημένων καὶ ἐξαριθμουμένων τὴν γεγονυῖαν διὰ τοὺς ἄλλους τοὺς τὸν τόπον κατοικοῦντας στενοχωρίαν καὶ ……κ…αμένων τῶν εἰς τὴν τροφὴν …δήμου …