Ancient Greek
UPZ 2 209
Documentary Papyri, Upz 2 209
Not analysed yet
Ἀσκληπιάδης Πετεμίνει χαίρειν. σύνταξον σιταρχῆσαι τοῖς ἀπεσταλμένοις μετʼ Ἰναρῶτος τῶν πρώτων φίλων εἰς τὸν Πανοπολίτην κατὰ παράγγελμα ἐκ τοῦ Παῶτος τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου καὶ στρατηγοῦ τῆς Θηβαίδος στρατοπέδου μισθοφόροις, καθότι συντέταχεν ὁ ἡγεμὼν ἐπὶ στάσεων, αὐτοῖς τοῖς ἀνδράσι γνωστευομένοις ὑπὸ τῶν ἰδίων ὑπηρετῶν. τὰ σύμβολα καὶ ἀντισύμβολα ποιείσθωσαν οἱ πρὸς τοῖς χειρισμοῖς πρὸς αὐτοὺς ὡς καθήκει διὰ τὸ μὴ παρεῖναι ἡμᾶς ἐπὶ τῶν τόπων. ἔρρωσο. ἔτους μα Ἐπεὶφ η. …κον Ὀσίρεως ἀνδρ πδ ὀψωνιο σὺν σιτωνίωι τοῦ Παχὼν μηνὸς τάλαντα δ Ευ, Παῦνι ὁμοίως τάλαντα δ Ευ γίνεται τάλαντα θ Δω, ἀφʼ ὧν ἀντανῄραται …ευ τοῦ με…ν …ς ὀψωνι καὶ σιτωνι …Πετεμίνει …θ… Παχὼν Παῦνι. δραχμαὶ ψ, τὰ λοιπὰ τάλαντα θ Δρ. μετρήματα τοῦ Παῦνι πυροῦ ἀρτάβαι β, κα πυροῦ ἄρταβαι πβ. ἀπὸ δὲ τούτων ἀντανῄραται τῶν μεμετρημένων αὐτοῖς ἐν τῆι Ἀνταίου πυροῦ ἀρτάβας κε, τὰς λοιπὰς πυροῦ ἀρτάβας νζ.