Ancient Greek
UPZ 2 225
Documentary Papyri, Upz 2 225
Not analysed yet
Ἡλιόδωρος Ἡρακλείδει χαίρειν. τοῦ πρὸς τὸν οἰκονόμον τοῦ Περὶ Θήβας γεγραμμένου χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἀναφερέσθω οὖν οὗτος ἐπʼ ἔσχατον τοῦ μηνιείου τοῦ Θῶυθ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης. ἔρρωσο. ἔτους β Φαῶφι κε. τῶι τοῦ Περὶ Θήβας οἰκονόμωι. ἀνενήνοχεν ἡμῖν Πχορχῶνσις ὁ πρὸς τῆι τοπογραμματείαι τὴν τετάρτην τῶν ἁλιέων συνκεχωρῆσθαι Ἀγροίται Γατάλου ταλάντων κβ. διὰ δὲ τῆς ἀπεσταλμένης ἡμῖν ὑπὸ Ποσειδωνίου τοῦ παρʼ ἡμῶν πράσεως σημαίνεται ὑφεστάσθαι ταύτης Πτολεμαῖον καὶ νῦν τάλαντα κε καὶ προσυφεστάσθαι, ἐὰν τῆς ταραχῆς παυσαμένης οἱ ἁλιεῖς δυνηθῶσι ἀγρεύειν τὸν αὐτὸν τρόπον, ὃν καὶ πρότερον εἰθισμένοι ἐν τόποις ἦσαν, ἀξιώτερα θήσεσθαι ἢ προσαχθήσεσθαι τὰ εἰς πλήρωσιν τῆς περυσινῆς ἐκλήψεως καὶ δέοντος ἑτέρωι τῆς ὠνῆς μεταδιοικουμένης προσυπισχνεῖσθαι μὴ ἐλάσσονος τοῦ ἐπιδεκάτου, ὃ δή ἐστιν τάλαντα β Γ, ἐκ τῶν ἐναντίων ἀποκοπὴν ἑτέρων ταλάντων γ πεποίησαι. ἵνα οὖν μὴ συμβαίνηι σε ἐκ τοῦ ἰδίου μετὰ προστίμου πράσσεσθαι προνοήθητι ὡς μάλιστα μὲν συνπληρωθήσεται τὰ τοῦ παρελθόντος ἔτους κεφάλαια, εἰ δὲ μή γε, οὐκ ἐλάσσω τῶν κζ ταλάντων καὶ δραχμῶν Γ διοικηθήσεται κατὰ τὸ παρὸν ἀκολούθως τοῖς ἑσταμένοις, ληφθέντων τῶν καθηκόντων διεγγυημάτων ταύτης τε καὶ τῶν ἄλλων ὠνῶν, καθάπερ καὶ διʼ ἑτέρων σοι γεγράφαμεν. ἔτους β Φαῶφι χρηματισμὸς περὶ τῆς τραπεζίτηι τετάρτης τῶν ἁλιέων τιθέναι χαλκοῦ ταλάντων κε Ἡλιόδωρος βασιλικὸς γραμματεὺς 20Ἡρακλείδει εἰς τὸν Περὶ Θήβας. …ὑπερβολ τετάρτης ἁλιέων