Ancient Greek
UPZ 2 226
Documentary Papyri, Upz 2 226
Not analysed yet
……ων τῶν ἐνεστηκότων χειρισμῶν …ἐνποδίζεσθαι μεγάλως ἐν τοῖς κατὰ τὴν διαγωγὴν τῶν …καὶ σπερμάτων καὶ τῆς ἄλλης γεωργικῆς κατασκευῆς γόμοις ὑφιστάμενοι διαγράψειν ναῦλον τούτων χαλκοῦ δραχμὰς Δ αὐτῶν παρισταμένων ἑαυτοῖς πλοῖα, ἐφʼ ὧι ὁ διάγων ἀπερίσπαστος ἔσται καὶ παρεπιγεγραφότος ἡμῖν τελωνήσαντα ταῦτα ἀποδιαγράψειν τὸ συναχθησόμενον ναῦλον ἐπὶ τὴν βασιλικὴν τράπεζαν. αὐτοὶ δὲ συνθεωροῦντες ὀλίγον παντελῶς συναχθησόμενον διὰ τὸ αὐτὰ τὰ ἐνποιοῦντα ἐπὶ τοῦ παρόντος διάγεσθαι χάριν τοῦ περὶ τὴν κ τοῦ Φαῶφι ἢ ἐν τῶι Ἁθύρ, ὁπότε καὶ βατά αὐτοῖς γίνεται τὰ πλεῖστα διάγεσθαι διὰ κτηνῶν προσκαλεσάμενοι αὐτοὺς ὑπεδείξαμεν τὰ περὶ τὴν ὠνὴν αἴτια, εἴ πως δύναιντο προσεπιδέξασθαί τι καὶ ἐκ πολλῶν λόγων μόλις συνεπείσαμεν διαγράψαι τὸ χαλκοῦ τάλαντον α. δεξάμενος οὖν παρʼ αὐτῶν ναῦλον τῶν γεωργῶν καὶ βοικῶν ζευγῶν καὶ εἰς …αιτ…κατης τὸ σημαινόμενον χαλκοῦ τάλαντον α ανα… ἐν…