Ancient Greek
UPZ 2 227
Documentary Papyri, Upz 2 227
Not analysed yet
Ἀπολλώνιος ἑρμηνεὺς τῶν Τρωγοδυτῶν Διογένει τραπεζίτῃ χαίρειν. ὁμολογῶ κεχρηματίσθαι διὰ σοῦ ἀπὸ τῆς ἐν Διὸς πόλει τῇ Μεγάλῃ τραπέζης χαλκοῦ τάλαντα δύο γίνεται τάλαντα β. ἔγραψεν Πτολεμαῖος Πτολεμαίου Πτολεμαιεὺς ἡγεμόνος ἔξω τάξεων ἀξιωθεὶς ὑπʼ αὐτοῦ διὰ τὸ φάσκειν αὐτὸν μὴ εἰδέναι γράμματα. ἔτους λϛ Ἐπεὶφ κζ.