Ancient Greek
ZPE 166 (2008), p. 184-187 no. 2
Documentary Papyri, Zpe 166 185_2
Not analysed yet
Φλάουιος Διόσκορος σὺν θεῷ τρακτευτὴς τῆς μεγίστης ἐξουσίας τοῖς λαμπροτάτοις Μηνᾷ διοικητῇ καὶ Ἀναστασίῳ τρακτευτῇ πόλεως Ἀπόλλωνος καὶ τοῖς μεθ’ ὑμᾶς παραληψομένοις τὴν φροντίδα καὶ τὴν διοίκησιν τῆς αὐτῆς πόλεως. θελήσατε παρασχεῖν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ ἀββα Σενούθῃ ὑπὲρ τῆς ὑγιείας τῆς μεγαλοπρεπεστάτης μου ἀδελφῆς τῆς κυρᾶς Μαροῦτος καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ ἐφεξῆς σίτου ἀρτάβας πεντήκοντα μοδίῳ καὶ οἴνου ἀγγεῖα ἑκατόν, γίνονται σίτου ἀρτάβαι ν μοδίῳ καὶ οἴνου ἀγγεῖα ρ, καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι τὸ παρὸν καθολικὸν ἐπίσταλμα μεθ’ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Φλάουιος Διόσκορος σὺν θεῷ τρακτευτὴς τῆς μεγίστης ἐξουσίας στοιχεῖ μοι τὸ παρὸν καθολικὸν ἐπίσταλμα τῶν τοῦ σίτου ἀρταβῶν πεντήκοντα καὶ οἴνου ἀγγείων ἑκατὸν ἀπὸ ἑβδόμης ἰνδικτίωνος καὶ ἐφεξῆς ὡς πρόκειται. ἐπίσταλμα τοῦ κόμετος Διοσκόρου, σίτου ἀρταβῶν ν μοδίῳ καὶ οἴνου ἀγγείων ρ.