Ancient Greek
ZPE 166 (2008), p. 187-191 no. 3
Documentary Papyri, Zpe 166 188_3
Not analysed yet
τῷ θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ μου πατρὶ ἀββα Σενούθῃ ἐπισκόπῳ Φλάουιος Ἰωάννης κόμες σὺν θεῷ …Ἀπόλλωνος. ἑτοίμως ἔχω παρασχεῖν αὐτῇ ὑπὲρ ἀναλώματος αὐτῆς κατὰ τὰ ὑποτεταγμένα οὕτως· σίτου ἀρτάβας διακοσίας, κριθῶν ἀρτάβας τριάκοντα, οἴνου ἑξαξεστιαῖα ἀγγεῖα διακόσια ἤγουν νομίσματα ϛ τῇ συναλλαγῇ, ἐλαίου ξέστας διακοσίους, χόρτου χλωροῦ ἀρούρας ϛ πρὸς α κοπήν, γίνονται σίτου ἀρτάβαι σ καὶ κριθῶν ἀρτάβαι λ καὶ οἴνου ἀγγεῖα ἑξαξεστιαῖα σ καὶ ἐλαίου ξέσται σ καὶ χόρτου χλωροῦ ἄρουραι ϛ μόνα. ἐγράφη Θωθ ι… …σίτου ἀρτάβαι διακόσιαι μοδίῳ, κριθῶν ἀρτάβαι τριάκοντα μοδίῳ, ἐλαίου ξέσται διακόσιοι, οἴνου ἀγγεῖα διακόσια ἤγουν νομίσματα ἓξ τῇ συναλλαγῇ, χόρτου χλωροῦ πρὸς μίαν κοπὴν ἄρουραι ἓξ μόνα. Ἰωάννης στοιχεῖ μοι. καὶ ἐλαῶν ἀρτάβαι τέσσαρες καὶ φοινίκων ἀρτάβαι δώδεκα ἥμισυ μοδίῳ. σύμφωνον τοῦ κόμετος Ἰωαννακίου