Ancient Greek
ZPE 177 (2011), p. 207-214 no. 1
Documentary Papyri, Zpe 177 207_1
Not analysed yet
Ψενήσι τ… παρ…ετου Λυ… γεωργοῦ βασιλικοῦ τῶν ἐκ …τῆς Θεμίστου μερίδος. δόντος μου προσάγγελμα τῆι ς τοῦ Φαρμοῦθι Νικολάῳ τῷ ἁρχιφυλακίτῃ τῆς προγεγραμμένης κώμης καὶ τοῖς μεθ’ αὑτοῦ φυλακίταις περὶ βλάβους πυροῦ ἀρταβῶν ε κατὰ τῶν Εἰσιδότου τοῦ ἐκ τῆς Καινῆς προβάτων, ἃ καὶ παρέδωκα καὶ τοὺς ποιμένας vac. 2lin σίππῳ ἑνὶ τῶν φυλακιτῶν ὃς καὶ ἕστιν γενηματοφύλαξ Καινῆς, προβάτων ἀχθέντων εἰς τὴν κώμην ἀπέλυσεν αὐτά, οὐ κομισαμὲνου μου τὸ βλάβος. καλῶς ποιήσεις μεταπεμψάμενος τὸν Νικόλαον οὕτως ἐπαναγκάσας αὐτὸν ἀποδοῦναί μοι τὸ βλάβος ἐπειδὴ κατέσχεν …τῇ ἑβδομῃ τὰ πρόβατα. τούτου γάρ γενομένου οὐκ ἀδικηθήσομαι. ἔτους κα Φαρμοῦθι ζ