Ancient Greek
ZPE 177 (2011), p. 222-226 no. 1
Documentary Papyri, Zpe 177 223_1
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Ὑπερβερεταίου ἐνάτῃ, μηνὸς Καισαρίου ἐνάτῃ, ἐν Ὀξυρύγχων πόλει, ἐπ’ ἀγορανόμων Ταρουθίνου καὶ Θεμιστοκλέους καὶ Φιλίσκου. ἐπρίατο Διογενὶς Ἀμμωνίου τοῦ Ατύμιος μητρὸς τῆς τῆς τῶν ἀπ’ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν κε μέση μ… οὐλὴ …δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἡρακλᾶτος ἀπελευθέρου τοῦ Διογένους Ἁρποκρατίωνος ὡς ἐτῶν μ …οὐλὴ …δεξιῶι παρὰ Θέωνος τοῦ Νικοβούλου τοῦ μητρὸς ……αρ…υ τῆς Θέωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν …μακροπροσώπου οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, ἐν ἀγυιᾷ, τὰ ὑπάρχοντα αὐτῷ δοῦλα σώματα Διονυσίαν ὡς ἐτῶν λε με… …καὶ τὰ ταύτης ἔκγονα Τέχωσιν …ἄσημον καὶ Χαιρᾶν νυνὶ ἐπικεκλημένον …ἐνιαύσιον, ἃ καὶ αὐτόθεν παρείληφεν ἡ ὠνουμένη Διογενὶς παρὰ τοῦ διατιθεμένου Θέωνος ταῦτα τοιαῦτα ἀναπόρριφα πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τὴν δὲ συμπεφωνημένην πρὸς ἀλλήλλους τούτων τιμὴν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν χιλίων ὀκτακοσίων …αὐτόθεν ἀπέσχεν ὁ διατιθέμενος Θέων παρὰ τῆς Διογενίδος ἐκ πλήρους, …ἐκ χαλκοῦ ταλάντων δέκα τρισχιλίων, ὥστ’ εἶναι ἐπὶ τὸ αὐτὸ χαλκοῦ τάλαντα τριάκοντα ἓν τρισχιλίας. προπωλεῖ καὶ βεβαιοῖ ὁ Θέων τὰ αὐτὰ δοῦλα σώματα ὡς πρόκειται. Διογενὶς Ἀμμωνίου τοῦ Ατύμιος ἐπριάμην ὡς πρόκειται. Ἡρακλᾶς ἀπελεύθερος Διογένους Ἁρποκρατίωνος ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Θέων Νικοβούλου …