Ancient Greek
ZPE 190 (2014), p. 210-214
Documentary Papyri, Zpe 190 212
Not analysed yet
Ἄδραστος Θέωνι τῶι πατρὶ χαίρειν. καλῶς ποιήσεις ἐν Ἀντινόου Πόλει γενόμενος σὺν Σαραπίωνι καὶ Ῥούφωι συμβαλὼν τῶι τοῦ ἡγεμόνος φίλωι. ὑπέσχετο γὰρ προθύμως ἐν οἷς ἐὰν δέηι συλλήψεσθαί σοι· μὴ δὴ τῆι φύσει τῆι σεαυτοῦ χρησάμενος πρὸς πάντα κατόκνει· οὐ γὰρ πολλῶν ἡμερῶν σοι ἡ εἰς Ἀντινόου Πόλιν ὁδός. Σαραπίωνος ἐδεήθην ἵνα σοὶ συλλάβηται εἰς ἐντολὴν ἐμὴν παραδρόμων δύο καὶ διπλοίδος λευκῶν, ἃ πάντως μοι πρὸ ἀναγωγῆς γενέσθω. ἐμποδισάτω δὲ μηδὲ ἓν μήτε ὁ σὸς ὄκνος -Σαραπίων γὰρ συλλήψεται -μήτε ἡ τῆς κρόκης τιμή· ὅσου γὰρ οὖν ἐὰν ὠνηθήτω· τὸ δὲ ἀργύριον ἐνθάδε τῶι πατρὶ καταβαλῶ. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου πάτερ Θέων. Θέωνι πατρί.