Ancient Greek
ZPE 190 (2014), p. 215-218
Documentary Papyri, Zpe 190 215
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλος α Θεοδώρῳ στρατηγῷ καὶ Τειμαγένει βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ἁρπαγάθου Πακύσεως τοῦ Πνεφερῶτος ἀπὸ κώμης Σοκνοπαίου Nήσου. ἣν τῷ κ ἔτει ἀπεγραψάμην περὶ τὴν κώμην κάμηλον μίαν καὶ νῦν ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κα ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς κώμης. ἀπεγράφη παρὰ στρατηγῷ διὰ Ἀνουβίωνος βοηθοῦ κάμηλος α Μεχείρ δ ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ κάμηλος α Μεχείρ δ ἐξηριθμήθη παρὰ στρατηγῷ συμφώνως παρὰ βασιλικῷ γραμματεῖ συμφώνως παρὰ ἐξαριθμητῇ συμφώνως.