Ancient Greek
ZPE 191 (2014), p. 251-252
Documentary Papyri, Zpe 191 251
Not analysed yet
Αὐρήλιος Φιλώτας Πετεμούνιος μητρὸς Ταηρακλείδου ἀπ’ Ὀξυρύγχων πόλεως, καταγεινόμενος ἐν Σερύφει, Αὐρηλείᾳ Ἡρακλείᾳ θυγατρὶ Διογένους ἐξηγητεύσαντος τῆς αὐτῆς πόλεως διὰ Αὐρηλίου Ἑρμαίου ἐπιτρόπου χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ ἐν προχρείᾳ πρὸς ὑπηρεσίαν ποτισμῶν οὗ ἔχω σου ἐν μισθώσει ἀμπελικοῦ κτήματος Νήσου καλουμένου περὶ Σερῦφιν ἀκολούθως ᾗ ἔχω μισθώσει βοικὰ κτήνη ἐν συντιμήσει δραχμῶν χειλίων πεντακοσίων, ἔτι δὲ καὶ ἐσχηκέναι ἀπὸ τῶν διὰ τῆς αὐτῆς μισθώσεως δηλουμένων λαβεῖν με παρὰ σοῦ ὁμοίως ἐν προχρείᾳ κατὰ μέρος δραχμῶν χειλίων πεντακοσίων τὰς τῆς πρώτης δόσεως τοῦ ὄντος μηνὸς Ἁθὺρ δραχμὰς πεντακοσίας …