Ancient Greek
ZPE 191 (2014), p. 256-258 no. 1
Documentary Papyri, Zpe 191 257
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐων Ἀσκληπιοδότου καὶ Μαρινιανοῦ τῶν λαμπροτάτων …ου Δανιὴλ καὶ …Ἡσυχίου …βοηθῶν ἐξακτορίας Ὀξυρυγχίτου παρὰ …βουλευτοῦ ἐπιμελητοῦ σίτου τῆς λαμπροτάτης Ἀλεξανδρείας. ὁμολογῶ ὀμνὺς θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Θεοδοσίου αἰωνίου Αὐγούστου παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ ὑποτεταγμένον πλοῖον ἀπὸ κανόνος τῆς ὀγδόης ἰνδικτίονος σίτου καθαροῦ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Αφμϛ, ἅσπερ ἀποίσω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσω ἐν τοῖς θείοις θησαυροῖς μέτρῳ πλήρης καὶ τῆς τούτων παραδόσεως …η…