Ancient Greek
ZPE 193 (2015), p. 231-239
Documentary Papyri, Zpe 193 235
Not analysed yet
ὁμολογῶ πεπρακέναι σοι σήμερον πεπεισμένος μέρος ἥμισυ τῶν ἐλθόντων εἰς ἐμὲ ἀνδραπόδων ἀπὸ γνώμης Ἁρποκρατίωνος τοῦ ἀδελφοῦ μου ἀρρενικῶν τε καὶ θηλυκῶν Ζήνωνος καὶ Ἀνατέλλοντος καὶ Νεμεσίωνος καὶ Ἰσιάδος καὶ τοῦ ταύτης παιδίου καὶ Ἀνατολίου ἀδελφοῦ πάντων ἐκ μητρὸς Νίκης ἐπὶ καλῆι αἱρέσει τιμῆς τῆς συνπεφωνημένης πρὸς σὲ ὑπὲρ τοῦ ἡμίσους μέρους τούτων ἀργυρίου μ… πρὸς τὸ σὲ κυριεύειν καὶ ἐπικρατεῖν καὶ πᾶσαν δεσποτείαν ἔχειν ἀπὸ τῆς σήμερον ἐπὶ τὸν ἅπαντα χρόνον …σοὶ δόλον εἶναι πρ…ς …ρειν ἀμφισβήτησιν μηδεμίαν ἐντεῦθεν ἔχειν ……τ… …νασ… …π… …α…τ…εν…α…υσα… τήσεως καὶ μηδεμιᾶς σοι ὑποκειμένης πρὸς ἐμὲ ἀμφι… εὑρη…ια… πεπεισ…ν… ἐπερωτηθεῖς ὡμολόγησα. αὐτὸς τίθεμαι· ὁμολογῶ πεπρακέναι σοι σήμερον ἥμισυ μέρος …καὶ Ἀνατέλλοντος καὶ Νεμεσίωνος καὶ Ἰσιάδος καὶ τοῦ ταύτης παιδίου καὶ Ἀνατολίου πα… κατὰ τὰς προκειμένας διαστολὰς καὶ ὅλον τὸν Ἀλέξανδρον νῦν ὄντα ἐν φυγῆι ἐπιτελοῦντος σοῦ τὴν τούτου ἀναζήτησιν κατὰ τὰς προκειμένας διαστολὰς καὶ α…ε… …τις ὁμολογῶ πεπεισμένος ἐωνῆσθαι Ζήν…ε… καὶ Ἰσιάδος καὶ …παιδίου καὶ Ἀνατ τὸ ἥμισύ σου μέρος ἴσως καὶ …τόν σοι μόνωι διαφέροντα νῦν ἀπόντα ἐν φυγῆι …σθαι… ἐμὲ εἶναι …ας …ν του α…ι…ην αὐτοῦ καὶ με…ισ…ε…σ…ε… τούτου παραστάσεως καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἐπειδὴ ὁμολογίαν ἐθέμεθα πρὸς ἀλλήλους ἐπι…λπ… τοῦ ἀδελφοῦ σου ὥστε ἐμὲ τούτων σοι κοινωνεῖν κατὰ τὰς προκειμένας διαστολάς, ὁμολογῶ νῦν πεπεισμένος παρακεχωρηκέναι σοι μέρος ἥμισυ Ἀλεξάνδρου τοῦ ἀποδεδρακότος καὶ νῦν ὄντος ἐν φυγῆι και…καν τ…π… κἄν τε ἄλλος τις ὥστε σὲ κυριεύειν καὶ ἐπικρατεῖν καὶ πᾶσαν δεσποτείαν ἔχειν, ὅταν σοι παρασταθῆι, καὶ μηδένα με λόγον ἔχειν πρὸς σὲ περὶ τοῦ ἡμίσους καὶ ἐπὶ τούτοις με πεπείσθαι νῦν καὶ συνθέσθαι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἐπειδὴ ἐπρίω παρʼ ἐμοῦ μέρος ἥμισυ ἐλθόντων …ἀνδραπόδων… Ἁρποκρατίωνος τοῦ ἀδελφοῦ μου …ἐπὶ καλῆι αἱρέσει… καὶ Ἀνατέλλοντος καὶ Νεμεσίωνος καὶ Ἰσιάδος σὺν παιδίωι καὶ Ἀνατολίου, κατὰ τοῦτο καὶ τὸν ἀδελφὸν ὁμοίως καὶ …ς Ἀλέξανδρον ἐχ… ὅλον ἐμοὶ προσήκοντα ἀποδεδρακότα καὶ νῦν ὄντα ἐν φυγῆι …