Ancient Greek
ZPE 25 (1977), p. 155-158
Documentary Papyri, Zpe 193 246
Not analysed yet
…τοῖς ὑποτεταγμένοις ὑπὲρ καπίτου ἵππων αὐτῶν ὑπὲρ μηνῶν γ ἀπὸ Τῦβι ἕως Φαμενὼθ καὶ αὐτοῦ ἡμερησίως ἑκάστῳ ἵππῳ χόρτου χλωροῦ ἄμμα ἥμισυ οὕτως· Φαρισμανίῳ σπαθαρίῳ ὑπὲρ καπίτου ἵππων β αὐτοῦ ὑπὲρ μηνῶν γ ἑκάστῳ ἵππῳ χόρτου ἄμματα με, γίνεται χόρτου χλωροῦ ἄμματα ϙ, Κόνωνι ἐν Φαμενὼθ ὑπὲρ μηνῶν γ ὑπὲρ καπίτου αὐτοῦ χόρτου χλωροῦ ἄμματα με, γίνεται ὁμοῦ χόρτου χλωροῦ ἄμματα ρλε μόνα. ἐγράφη Τῦβι δ ἰνδικτίονος ϛ. χόρτου χλωροῦ ἄμματα ἑκατὸν τριάκοντα πέντε, Τῦβι δ ἰνδικτίονος ἕκτης. Φλάυιος Χριστόδοτος λαμπρότατος κόμες διʼ ἐμοῦ Ἰωάννου σιτομέτρου.