Ancient Greek
ZPE 208 (2018), p. 173-175 no. 1
Documentary Papyri, Zpe 208 173_1
Not analysed yet
…Πτολεμαίου μετὰ κυρίου τοῦ ἀνδρὸς αὐτῆς Παρμενίσκου παρὰ …ρ…ος τοῦ Πετεσούχου Πέρσου τῆς ἐπιγονῆς… βούλομαιι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα καρποὺς τέσσαρας ἀμεταμίσθωτα καὶ ἀναυτούργητα ἀπὸ τῶν ἐπικειμένων τοῦ ἐνεστῶτος δεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος ∆ομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ φοινικικῶν καρπῶν τοῦ ὑπάρχοντός σοι περὶ Ἰβιῶνα Εἰκοσιπενταρ …φοινικῶνος ἀρούρης μιᾶς ἡμίσους ἢ ὅσων ἐὰν ᾖ ἐκπιπτόντων ἐξενίαυτα φόρου τοῦ παντὸς …κατ’ ἔτος σὺν παντὶ λόγῳ ἀργυρίου δραχμῶν ἑκατὸν ὀγδοήκοντα καὶ ἐξαιρέτων φοίνικος ἐγκάρπου …δύο καὶ φοίνικος πατητοῦ ἀρτάβης μιᾶς ἀνυπολόγων καὶ ἀκινδύνων καὶ ἐπιτελέσω …