Ancient Greek
ZPE 208 (2018), p. 177-180 no. 2
Documentary Papyri, Zpe 208 177_2
Not analysed yet
Θέωνι τῷ καὶ…ωνι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Θεμίστου μερίδος παρὰ Ἀπολλῶτος τοῦ Ε…ος τῶν ἀπὸ κώμης Διονυσιάδος. ὁ τῆς ἀδελφῆς μου …ἀνὴρ Πρωτᾶς Ἥρωνος τοῦ Πρωτᾶ μητρὸς …ς ὑπερετὴς …ειρημένος τῆς λαογραφίας ἐπὶ κώμης Φιλωτερίδος τῆς αὐτῆς μερίδος ἐτελεύτησεν τῶι Χοιακ μηνὶ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει. τῶι κωμογραμματεῖ· εἰ ταῖς ἀληθείαις οὕτως ἔχει, ἐπιτέλει ὡς καθήκει. ἔτους β Ἁδριανοῦ τοῦ κυρίου, Χοιακ ιε. …