Ancient Greek
ZPE 215 (2020), p. 264-268 no. 4
Documentary Papyri, Zpe 215 264_4
Not analysed yet
……λ… …μισθοφορίας ταύτης κατ’ ἔτος τυρῶν εὐαρέστων γεουχικῶν διακοσίων, ἥνπερ μισθοφορίαν ἀποδώσω σοι τῷ …μηνὶ κατ’ ἔτος ἀνυπερθέτως, καὶ οὕτω με ἐνεγκεῖν σοι τὴν αὐτὴν συνηθείαν εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζωοῖς ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πενε… ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Πκυλίου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος …. …μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Μηνᾶς Κύρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. …Αὐρήλιος Ἴσακος Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου . δηλαδὴ τὴν αὐτὴν …χρυσοῦ τριμήσιον ἓν παρὰ κεράτια δύο. ἑτοίμως ἔχω παρασχεῖν σοι ταύτην μετὰ τὴν συμπλήρωσιν …ἀθάνατον ἄλλον χρυσοῦ τὸ αὐτὸ τριμήσιον ἕν παρείληφα καὶ πάλιν ἐπερωτηθεὶς ὡμολόγησα. μονὴ Ταυρίνου διὰ ……μαρτυρῶ τῇ μιϲθώσει ἀκούσας παρὰ τοῦ θεμένου . δι’ ἐμοῦ Βίκτορος ἐγράφη, κύριε βοήθει, …ζ .