Ancient Greek
ZPE 215 (2020), p. 268-271 no. 5
Documentary Papyri, Zpe 215 268_5
Not analysed yet
…εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ἐν λινοκαλάμοις. ἐντεῦθεν ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τὸν ταύτης φόρον ἐν προτελείᾳ …η… ὁμολογῶ ἑτοίμως ἔχειν σχῖσαι καὶ ἀναπληρῶσαι τὰς αὐτὰς ἀρούρας δεύτερον καὶ ποτίσαι τρίτον διὰ τῶν ἐμῶν ζῴων καὶ φυλάξαι τοὺς τούτων καρποὺς ἐν τοῖς ἀγροῖς μέχρι τῆς τούτων μεταφορᾶς καὶ ὁμολογῶ ποιῆσαι τὴν μεταφορὰν τῶν λινοκαλαμῶν μέχρι τῆς σῆς κοιλάδος τοῖς μου ζῴοις καὶ ἀναλώμασι χωρὶς μισθῶν, δεχόμενος μέντοι γε παρὰ σοῦ οἴνου ἀγγεῖον ἓν καὶ δαπάνην μίαν. τὸ γράμμα ταύτης τῆς μισθαποχῆς κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πκῦλις Πέτρου ὁ προκείμενος ἐθέμην ταύτην τὴν μισθαποχὴν ὡς πρόκειται. Αὐρήλιος Θεοδόσιος Τριαδέλφου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Πκῦλις. Αὐρήλιος Ἰωάννης Ἰωσηφίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθοαποχῇ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων δύο τοῦ φόρου . Αὐρήλιος Γεώργιος ριδου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθῶν ἀποχῇ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων δύο τοῦ φόρου . δι’ ἐμοῦ Θεοδ… ἐγράφη .