Ancient Greek
ZPE 228 (2023), p. 227-229 no. 18
Documentary Papyri, Zpe 228 227_18
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου, ἐπὶ ὑπατείας Φλαυΐου Ἀπίωνος τοῦ ἐνδοξοτάτου, Θωθ ιγ, τρίτης ἰνδικτίωνος. Ἰωάννης Κολλούθου μητρὸς Ἀρχοντίας γεωργὸς καὶ διάκονος ἀπὸ κώμης Ἐνσευ τοῦ Ἑρμουπολίτου νομοῦ …Φοιβάμμωνος ἀπὸ τῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου μέτρων τεσσεράκοντα δύο, γίνεται οἴνου μέτρα μβ, ἅπερ ἀποδώσω σοι ἐν τῷ Μεσορη μηνὶ καιρῷ τρύγης καρπῶν τῆς σὺν θεῷ τετάρτης ἐπινεμή- σεως ἀνυπερθέτως ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ …ε…