Ancient Greek
ZPE 228 (2023), p. 234-237 no. 20
Documentary Papyri, Zpe 228 234_20
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυΐου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ἑκκαιδεκατοῦ, Ἁθυρ δευτέρᾳ, ἕκτης ἰνδικτίονος. Αὐρηλίᾳ Εὐδοξίᾳ θυγατρὶ Ὀλυμπιοδώρου ἀπὸ τῆς Ἑρμου- πολιτῶν παρὰ Αὐρηλίου Φοιβάμμωνος Βίκτορος μητρὸς Μαρίας γναφέως ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Φοιβάμμων γναφεὺς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφ’ ὃν βούλει χρόνον ……σήμερον ἡμέρας, ἥτις ἐστὶν Ἁθυρ δευτέρα ἕκτης ἰνδικτίωνος, τὸν ὑπάρχοντά σοι κοιτῶνα ἕνα ἐν τῇ πρώτῃ στέγῃ νεύοντα εἰς νότον καὶ ἀρτοθήκην ἐν τῷ δώματι τῆς αὐτῆς οἰκίας νεύουσαν εἰς ἀπηλιώτην καὶ ἥμισυ μέρος καμάρας ἐν τῷ καταγαίῳ νευούσης εἰς νότον μετὰ παντὸς αὐτῶν τοῦ δικαίου διακείμενα ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπ’ ἀμφόδου Πόλεως Λιβὸς πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ,ἐνοικίου τούτων κατ’ ἔτος χρυσοῦ κερατίων τεσσάρων ἡμίσεως τετάρτου, ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τοὺς αὐτοὺς τόπους σὺν θύραις καὶ κλειδί ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Βίκτοροϲ ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ταυρῖνος Κολλούθου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Θεοδόσιος Πέτρου ἀπ’ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει παρὰ τοῦ θεμένου. Αὐρήλιος Κυριακὸς …ιλᾶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἄνουθις Α… ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. δι’ ἐμοῦ Μηνᾶ συμβολαιογράφου …. μίσθωσις Αὐρηλίου Φοιβάμμωνος Βίκτορος γναφέως ἀπὸ Ἑρμουπόλεως.