Ancient Greek
Dfhg-Source dfhg4_DOMITIUS_CALLISTRATUS
DOMITIUS CALLISTRATUS, Fragmenta 10
Not analysed yet
Τάχ ̓ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκεν· Δωροφόροι καλεοίαθ ̓ ὑποφρίσσοντες ἄνακτας. Λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος, ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους, ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν Εἱλώτων, Θετταλοὶ δ ̓ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ ̓ ἐπὶ τῶν κλαρωτῶν. Καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους ἀμφαμιώτας δὲ τοὺς κατ ̓ ἀγρὸν, ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας.