Ancient Greek · ~3 min
3 to 9
DOMITIUS CALLISTRATUS, Fragmenta 3-9
Not analysed yet
Τάφραι καὶ Τάφρη, ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Ταύτην τὴν χώραν κατοικῆσαι Σατορχαίους. Οἱ οἰκοῦντες Σατορχαῖοι. Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ Περὶ Ἡρακλείας «Ἐγκυριεύσαντες ἀπὸ τοῦ Σαγγαρίου χωρίου ἕως τοῦ Ψιλίου ποταμοῦ·» Ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. Ἀρκιρόεσσα, πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ Περὶ Ἡρακλείας. Μόκατα, Βιθυνίας πόλις, ὡς Δομίτιος Καλλίστρατος ἐν τῷ Περὶ Ἡρακλείας τετάρτῳ. Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν Περὶ Ἡρακλείας. Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ Περὶ Ἡρακλείας.