Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DOMITIUS_CALLISTRATUS
DOMITIUS CALLISTRATUS, Fragmenta 2
Not analysed yet
Καλλίστρατος δὲ ἐν τῷ δευτέρῳ τοῦ καθ ̓ Ἡρακλείαν περὶ Τιτίου φησί· «Τιτίας, ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύονται παῖδα Διὸς, οἱ δὲ πρεσβύτερον (l. τὸν πρεσβύτατον) τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων· δι ̓ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται, καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν.» Καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης. Ἀπερθεώθη δὲ ἀπὸ Μαριανδυνῶν.