Ancient Greek
Section 24
Dorotheus of Sidon, Fragmenta alia antiqua 24
Not analysed yet
Τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες. Αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δʼ ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης· Κύπρις δʼ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας· εἷς δʼ ἔστι δόμος φωστῆρος ἑκάστου.