Ancient Greek
Section 25
Dorotheus of Sidon, Fragmenta alia antiqua 25
Not analysed yet
Τοῦ αὐτοῦ περὶ ὑψωμάτων. Ἡέλιος Κριοῖο κατʼ ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος· Αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθʼ ἑβδομάδας δὲ τετάρτας Ἄρης Αἰγόκερω, περὶ δʼ ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα Ἑρμῆς· αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.